Ἀκούσαντες δὲ ἡμεῖς ἐν τῇ πόλει τοσαύτης κραυγῆς, ὡσεὶ ἦχον
μέγαν θαλάσσης, ἐλογιζόμεθα τί ἆρα ἐστί· μετ’ ὀλίγον δὲ ἐμάθομεν
βεβαίως καὶ ἐν ἀληθείᾳ ὅτι ἐπὶ τὴν αὔριον ὁ ἀμιρᾶς* ἡτοίμασε
χερσαῖόν τε καὶ ὑδραῖον πόλεμον σφοδρῶς, ὅσον αὐτῷ ἦν δυνατόν,
δῶσαι τῇ πόλει. ῾Ημεῖς δὲ θεωροῦντες τοσοῦτον πλῆθος τῶν ἀσεβῶν,
λέγω ὡς ἐμοὶ δοκεῖ, ὄντως καθ’ ἕκαστον ἡμῶν πεντακόσιοι καὶ
πλεῖον ἦσαν ἐξ αὐτῶν καὶ εἰς τὴν ἄνω πρόνοιαν πάσας ἡμῶν τὰς
ἐλπίδας ἀνεθέμεθα.
Καὶ προστάξας ὁ βασιλεὺς ἵνα μετὰ τῶν ἁγίων καὶ σεπτῶν
εἰκόνων καὶ τῶν θείων ἐκτυπωμάτων ἱερεῖς, ἀρχιερεῖς καὶ μοναχοί,
γυναῖκές τε καὶ παιδία, μετὰ δακρύων διὰ τῶν τοιχῶν τῆς πόλεως
περιερχόμενοι τὸ « Κύριε ἐλέησον » μετὰ δακρύων ἔκραζον καὶ τὸν
Θεὸν ἱκέτευον, ἵνα μὴ διὰ τὰς ἀμαρτίας ἡμῶν παραδώσῃ ἡμᾶς εἰς
χεῖρας ἐχθρῶν ἀνόμων καὶ ἀποστατῶν καὶ πονηροτάτων παρὰ πᾶσαν
τὴν γῆν, ἄλλ’ ἳλεως γευήσηται ἡμῖν τῇ κληρονομίᾳ αὐτοῦ.
Καὶ μετὰ κλαυθμοῦ ἀλλήλους ἀνεθαρρύνοντο, ἵνα ἀνδρείως
ἀντισταθῶσι τοῖς ἐναυτίοις ἐπὶ τῇ ὥρᾳ τῆς συμπλοκῆς.
῾Ομοίως
δὲ καὶ ὁ βασιλεὺς τῇ αὐτῇ ὀδυνηρᾷ ἑσπέρᾳ τῆς δευτέρας συνάξας
πάντας τοὺς ἐν τέλει, ἄρχοντας καὶ ἀρχομένους, δημάρχους καὶ
ἑκατοντάρχους* καὶ ἑτέρους προκρίτους στρατιώτας ταῦτα ἔφη:
«Ὕμεῖς μὲν εὐγενέστατοι ἄρχοντες καὶ ἐκλαμπρότατοι δήμαρχοι
καὶ στρατηγοὶ καὶ γενναιότατοι συστρατιῶται καὶ πᾶς ὁ πιστὸς καὶ
τίμιος λαός, καλῶς οἴδατε ὅτι ἔφθασεν ἡ ὥρα καὶ ὁ ἐχθρὸς τῆς πίστεως
ἡμῶν βούλεταὶ, ἵνα μετὰ πάσης τέχνης καὶ μηχανῆς ἰσχυροτέρως
στενοχωρήσῃ ἡμᾶς καὶ πόλεμον σφοδρὸν μετὰ συμπλοκῆς μεγάλης
ἐκ τῆς χέρσου καὶ θαλάσσης δώσῃ ἡμῖν μετὰ πάσης δυυάμεως, ἵνα,
εἰ δυνατόν, ὡς ὅφὶς τὸν ἰὸν* ἐκχύσῃ καὶ ὡς λέων ἀνήμερος καταπίῃ
ἡμᾶς.
» Διὰ τοῦτο λέγω καὶ παρακαλῶ ὑμᾶς, ἵνα στῆτε ἀνδρείως καὶ
μετὰ γενναίας ψυχῆς, ὡς πάντοτε ἕως τοῦ νῦν ἐποιήσατε, κατὰ τῶν
ἐχθρῶν τῆς πίστεως ἡμῶν. Παραδίδωμι δὲ ὑμῖν τὴν ἐκλαμπροτάτην
καὶ περίφημον ταύτην πόλιν καὶ πατρίδα ἡμῶν καὶ βασιλεύουσαν
τῶν πόλεων.
» Καλῶς οὖν οἴδατε, ἀδελφοί, ὅτι διὰ τέσσερά τινα ὀφειλέται
κοινῶς ἐσμεν πάντες, ἵνα προτιμήσωμεν ἀποθανεῖν μᾶλλον ἢ ζῆν
πρῶτον μὲν ὑπὲρ πίστεως ἡμῶν καὶ εὐσεβείας, δεύτερον δὲ ὑπὲρ
τῆς πατρίδος, τρίτον δὲ ὑπὲρ τοῦ βασιλέως ὡς χριστοῦ* κυρίου καὶ
τέταρτον ὑπὲρ συγγενῶν καὶ φίλων.
» Λοιπόν, ἀδελφοί, ἐὰν χρεῶσταί ἐσμεν ὑπὲρ ἑνὸς ἐκ τῶν τεσσάρων
ἀγωνίζεσθαι ἕως θανάτου, πολλῷ μᾶλλον ὑπὲρ πάντων τούτων
ἡμεῖς, ὡς βλέπετε προφανῶς, καὶ ἐκ πάντων μέλλομεν ζημιωθῆναι.
» ᾽Εὰν διὰ τὰ ἐμὰ πλημμελήματα παραχωρήσῃ ὁ Θεὸς τὴν νίκην
τοῖς ἀσεβέσιν, ὑπὲρ τῆς πίστεως ἡμῶν τῆς ἁγίας, ἣν Χριστὸς ἐν τῷ
οἰκείῳ αἵματι ἡμῖν ἐδωρήσατο, κινδυνεύομεν. Καὶ ἐὰν τὸν κόσμον
ὅλον κερδήσῃ τις καὶ τὴν ψυχὴν ζημιωθῇ τί τὸ ὄφελος; Δεύτερον
πατρίδα περίφημον τοιούτως ὑστερούμεθα καὶ τὴν ἐλευθερίαν ἡμῶν.
Τρίτον βασιλείαν τὴν ποτὲ μὲν περιφανῆ νῦν δὲ ταπεινωμένην καὶ
ὠνειδισμένην καὶ ἐξουθενωμένην ἀπωλέσαμεν, καὶ ὑπὸ τοῦ τυράννου
καὶ ἀσεβοῦς ἄρχεται. Τέταρτον δὲ καὶ φιλτάτων τέκνων καὶ συμβίων
καὶ συγγενῶν ὑστερούμεθα ».
(J. P . MIGNE, Patrologia Greaca, τ. 156)
Γεώργιος Φραντζῆς

ΜΗΝ ΖΗΤΑΤΕ ΜΕΤΑΦΡΑΣΗ
ΟΡΙΣΜΕΝΑ ΚΕΙΜΕΝΑ ΕΙΝΑΙ ΠΙΟ ΣΩΣΤΟ ΝΑ ΜΗΝ ΤΑ ΜΕΤΑΦΡΑΖΟΥΜΕ.
ΑΝ ΤΟ ΔΙΑ ΒΑΣΟΥΜΕ ΣΙΓΑ-ΣΙΓΑ ΟΛΟΙ ΘΑ ΚΑΤΑΛΑΒΟΥΜΕ ΤΟ ΝΟΗΜΑ.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου